THE HOMERIC HYMNS
XIV ΕΙΣ ΜΗΤΕΡΑ ΘΕΩΝ
Μητέρα μοι πάντων τε θεῶν πάντων τ᾽ ἀνθρώπων ὕμνει, Μοῦσα λίγεια, Διὸς θυγάτηρ μεγάλοιο, ᾗ κροτάλων τυπάνων τ᾽ ἰαχὴ σύν τε βρόμος αὐλῶν εὔαδεν ἠδὲ λύκων κλαγγὴ χαροπῶν τε λεόντων οὔρεά τ᾽ ἠχήεντα καὶ ὑλήεντες ἔναυλοι. 5 Καὶ σὺ μὲν οὕτω χαῖρε θεαί θ᾽ ἅμα πᾶσαι ἀοιδῇ.
XV ΕΙΣ ΗΡΑΚΛΕΑ ΛΕΟΝΤΟΘΥΜΟΝ
Ἡρακλέα, Διὸς υἱόν, ἀείσομαι, ὃν μέγ᾽ ἄριστον γείνατ᾽ ἐπιχθονίων Θήβῃς ἔνι καλλιχόροισιν Ἀλκμήνη μιχθεῖσα κελαινεφέι Κρονίωνι· ὃς πρὶν μὲν κατὰ γαῖαν ἀθέσφατον ἠδὲ θάλασσαν πλαζόμενος πομπῇσιν ὕπ᾽ Εὐρυσθῆος ἄνακτος[1] 5 πολλὰ μὲν αὐτὸς ἔρεξεν ἀτάσθαλα, πολλὰ δ᾽ ἀνέτλη·[2] νῦν δ᾽ ἤδη κατὰ καλὸν ἕδος νιφόεντος Ὀλύμπου ναίει τερπόμενος καὶ ἔχει καλλίσφυρον Ἥβην. Χαῖρε, ἄναξ, Διὸς υἱέ· δίδου δ᾽ ἀρετήν τε καὶ ὄλβον.
438